TLG 0897 001 :: EUTHYDEMUS :: Fragmentum

EUTHYDEMUS Med.
(Atheniensis: 2 B.C.)

Fragmentum

Source: Lloyd–Jones, H., Parsons, P. (eds.), Supplementum Hellenisticum. Berlin: De Gruyter, 1983: 233–234.

fr. 455

Citation: Fragment — (line)

455

(t)

ἐν τῷ περὶ ταρίχων
1†ἄμφακες μὲν πρῶτον στόμα καὶ κριται αντα καὶ θιοην† γναθμὸν 〈ὃν〉 ηὐδάξαντο δυσείμονες ἰχθυβολῆες, οἷς ὁ ταριχόπλεως ἅδε Βόσπορος, οἵ θ’ ὑπόγαστρα τμήγοντες τετράγωνα ταρίχια τεκταίνονται.
5ναὶ μὴν οὐκ ἀκλεὲς θνητοῖς γένος ὀξυρρύγχου, ὃν καὶ ὅλον καὶ τμητὸν Ἀλεξανδρεῖς ἐκόμισσαν. θύννων δ’ ὡραίων Βυζάντιον ἔπλετο μήτηρ καὶ σκόμβρων κυβίων τε καὶ εὐχόρτου †λικιβάττεω·
καὶ Πάριον κολιῶν κυδρὴ τροφὸς ἔσκε πολίχνη·233
10Ἰόνιον δ’ ἀνὰ κῦμα φέρων Γαδειρόθεν ἄξει Βρέττιος ἢ Καμπανὸς ἢ ἐξ ἀγαθοῖο Τάραντος ὀρκύνοιο τρίγωνα, τά τ’ 〈ἐν〉 στάμνοισι τεθέντα
ἀμφαλλὰξ δείπνοισιν ἐνὶ πρώτοισιν ὀπηδεῖ.234